Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.99 Joseph. AJ 20.104 (English) >>Joseph. AJ 20.109

20.102πρὸς τούτοις δὲ καὶ οἱ παῖδες Ἰούδα τοῦ Γαλιλαίου ἀνήχθησαν τοῦ τὸν λαὸν ἀπὸ Ῥωμαίων ἀποστήσαντος Κυρινίου τῆς Ἰουδαίας τιμητεύοντος, ὡς ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, Ἰάκωβος καὶ Σίμων, οὓς ἀνασταυρῶσαι προσέταξεν Ἀλέξανδρος. 20.103 δὲ τῆς Χαλκίδος βασιλεὺς Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰώσηπον τὸν τοῦ Καμοιδὶ τὴν διαδοχὴν τῆς τιμῆς Ἀνανίᾳ τῷ τοῦ Νεβεδαίου δίδωσιν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κουμανὸς ἀφίκετο διάδοχος. 20.104καὶ τελευτᾷ τὸν βίον Ἡρώδης τοῦ μεγάλου βασιλέως Ἀγρίππα ἀδελφὸς ὀγδόῳ τῆς Κλαυδίου Καίσαρος ἀρχῆς ἔτει, καταλιπὼν τρεῖς υἱοὺς Ἀριστόβουλον μὲν ὑπὸ τῆς πρώτης αὐτῷ τεχθέντα γυναικός, ἐκ Βερενίκης δὲ τῆς τἀδελφοῦ θυγατρὸς Βερενικιανὸν καὶ Ὑρκανόν. τὴν δʼ ἀρχὴν αὐτοῦ Καῖσαρ Κλαύδιος Ἀγρίππᾳ τῷ νεωτέρῳ δίδωσιν. 20.105

Στάσεως δʼ ἐμπεσούσης τῇ τῶν Ἱεροσολυμιτῶν πόλει Κουμανοῦ τὰ κατὰ τὴν Ἰουδαίαν πράγματα διοικοῦντος ἐφθάρησαν ὑπὸ ταύτης πολλοὶ τῶν Ἰουδαίων. καὶ πρότερον ἀφηγήσομαι τὴν αἰτίαν, διʼ ἣν ταῦτα συνέβη· 20.106τῆς πάσχα προσαγορευομένης ἑορτῆς ἐνστάσης, καθʼ ἣν ἔθος ἐστὶν ἡμῖν ἄζυμα προσφέρεσθαι, πολλοῦ καὶ πανταχόθεν πλήθους συναχθέντος ἐπὶ τὴν ἑορτὴν δείσας Κουμανός, μὴ νεώτερόν τι παρὰ τούτων προσπέσῃ, κελεύει τῶν στρατιωτῶν μίαν τάξιν ἀναλαβοῦσαν τὰ ὅπλα ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ἑστάναι καταστελοῦντας τὸν νεωτερισμόν, εἰ ἄρα τις γένοιτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.99 Joseph. AJ 20.104 (English) >>Joseph. AJ 20.109

Powered by PhiloLogic